Ο ΑΚΑΘΙΣΤΟΣ ΥΜΝΟΣ

Ο Ακάθιστος Ύμνος, οι γνωστοί «Χαιρετισμοί» στην Παναγία, είναι ένα από τα πιο σημαντικά υμνογραφικά κείμενα της βυζαντινής περιόδου, συνδεδεμένος όχι μόνο με την εκκλησιαστική ζωή, αλλά και με την εθνική πορεία του Ελληνισμού, ο οποίος αναγνώρισε στο πρόσωπο της Υπεραγίας Θεοτόκου την «Υπέρμαχο στρατηγό», τη σκέπη και την προστασία του. Είναι ύμνος που πρωτοψάλθηκε από το όρθιο πλήθος το 626 μ.Χ. στην Κων/πολη, η οποία πολιορκούταν από τους Αβάρους. Αποτελείται από 24 οίκους (στροφές).

Ο Ακάθιστος Ύμνος συνδέθηκε με τη Μεγάλη Τεσσαρακοστή, προφανώς, εξ αιτίας ενός καθαρώς λειτουργικού λόγου. Μέσα στην περίοδο της Νηστείας εμπίπτει πάντοτε η μεγάλη γιορτή του Ευαγγελισμού της Θεοτόκου. Είναι η μόνη μεγάλη γιορτή, που λόγω του πένθιμου χαρακτήρα της Τεσσαρακοστής, στερείται προεορτίων και μεθεορτίων.

Η Ακολουθία του Ακαθίστου Ύμνου συμψάλλεται με το Μικρό Απόδειπνο τμηματικά (σε τέσσερις στάσεις) την Παρασκευή το εσπέρας των πρώτων τεσσάρων εβδομάδων της Μεγάλης Τεσσαρακοστής, και ολόκληρη την Παρασκευή της πέμπτης εβδομάδος των Νηστειών.

ΣΤΑΣΙΣ Α’

-Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεὶν τὴ Θεοτόκω τὸ Χαῖρε (γ’) καὶ σὺν τὴ ἀσωμάτω φωνή, σωματούμενον σὲ θεωρῶν Κύριε, ἐξίστατο καὶ ἵστατο, κραυγάζων πρὸς αὐτὴν τοιαῦτα.

Χαῖρε, δι’ ἧς ἡ χαρὰ ἐκλάμψει, χαῖρε, δι’ ἧς ἡ ἀρὰ ἐκλείψει.

Χαῖρε, τοῦ πεσόντος , Ἀδὰμ ἡ ἀνάκλησις, χαῖρε τῶν δακρύων τῆς Εὕας ἡ λύτρωσις.

Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοίς, χαῖρε, βάθος δυσθεώρητον καὶ Ἀγγέλων ὀφθαλμοίς.

Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα, χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.

Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν Ἥλιον, χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.

Χαῖρε, δι’ ἧς νεουργεῖται ἡ κτίσις, χαῖρε, δι’ ἧς βρεφουργεῖται ο Κτίστης.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

-Βλέπουσα ἡ Ἁγία, ἐαυτὴν ἐν ἁγνείᾳ, φησὶ τῷ Γαβριὴλ θαρσαλέως. Τὸ παράδοξόν σου τῆς φωνῆς, δυσπαράδεκτόν μου τὴ ψυχὴ φαίνεται, ἀσπόρου γὰρ συλλήψεως τὴν κύησιν πῶς λέγεις; κράζων,

Ἀλληλούϊα.

-Γνῶσιν ἄγνωστον γνῶναι, ἡ Παρθένος ζητοῦσα, ἐβόησε πρὸς τὸν λειτουργοῦντα: Ἐκ λαγόνων ἁγνῶν, Υἱὸν πὼς ἐστι τεχθῆναι δυνατόν, λέξον μοί. Πρὸς ἣν ἐκεῖνος ἔφησεν ἐν φόβῳ , πλὴν κραυγάζων οὕτω,

Χαῖρε, βουλῆς ἀπορρήτου μύστις, χαῖρε, σιγῆς δεομένων πίστις

Χαῖρε, τῶν θαυμάτων Χριστοῦ τὸ προοίμιον, χαῖρε, τῶν δογμάτων αὐτοῦ τὸ κεφάλαιον.

Χαῖρε, κλίμαξ ἐπουράνιε, δὶ ‘ ής κατέβη ὁ Θεός, χαῖρε γέφυρα μετάγουσα τοὺς ἐκ γῆς πρὸς οὐρανόν,

Χαῖρε, τὸ τῶν Ἀγγέλων πολυθρύλητον θαῦμα, χαῖρε, τὸ τῶν δαιμόνων πολυθρήνητον τραῦμα,

Χαῖρε, τὸ Φῶς ἀρρήτως γεννήσασα, χαῖρε, τὸ πὼς μηδένα διδάξασα.

Χαῖρε, σοφῶν ὑπερβαίνουσα γνῶσιν. χαῖρε, πιστῶν καταυγάζουσα φρένας.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

-Δύναμις τοῦ Ὑψίστου, ἐπεσκίασε τότε, πρὸς σύλληψιν τὴ Ἀπειρογάμω. καὶ τὴν εὔκαρπον ταύτης νηδύν, ὡς ἀγρὸν ὑπέδειξεν ἠδὺν ἄπασι, τοὶς θέλουσι θερίζειν σωτηρίαν, ἐν τῷ ψάλλειν οὕτως.

Ἀλληλούϊα.

-Ἔχουσα θεοδόχον, ἡ Παρθένος τὴν μήτραν, ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ, τὸ δὲ βρέφος ἐκείνης εὐθύς, ἐπιγνὸν τὸν ταύτης ἀσπασμόν, ἔχαιρε! καὶ ἄλμασιν ὡς ἄσμασιν, ἐβόα πρὸς τὴν Θεοτόκον.

Χαῖρε, βλαστοῦ ἀμαράντου κλῆμα, χαῖρε, καρποῦ ἀκηράτου κτῆμα,

Χαῖρε, γεωργὸν γεωργοῦσα φιλάνθρωπον, χαῖρε, φυτουργὸν τῆς ζωῆς ἠμῶν φύουσα.

Χαῖρε, ἄρουρα βλαστάνουσα εὐφορίαν, οἰκτιρμῶν, χαῖρε, τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν.

Χαῖρε, ὅτι λειμώνα τῆς τρυφῆς ἀναθάλλεις, χαῖρε, ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις.

Χαῖρε, δεκτὸν πρεσβείας θυμίαμα, χαῖρε, παντός του κόσμου ἐξίλασμα.

Χαῖρε, Θεοῦ πρὸς θνητοὺς εὐδοκία, χαῖρε, θνητῶν πρὸς Θεὸν παρρησία.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

-Ζάλην ἔνδοθεν ἔχων, λογισμῶν ἀμφιβόλων, ὁ σώφρων Ἰωσὴφ ἐταράχθη, πρὸς τὴν ἄγαμον σὲ θεωρῶν, καὶ κλεψίγαμον ὑπονοῶν Ἄμεμπτε, μαθῶν δέ σου τὴν σύλληψιν ἐκ Πνεύματος ἁγίου, ἔφη.

Ἀλληλούϊα.

ΣΤΑΣΙΣ Β’

-Ἤκουσαν οἱ ποιμένες τῶν Ἀγγέλων ὑμνούντων τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν, καὶ δραμόντες ὡς πρὸς ποιμένα, θεωρούσι τοῦτον ὡς ἀμνὸν ἄμωμον, ἐν τὴ γατρὶ Μαρίας Βοσκηθέντα, ἣν ὑμνοῦντες εἶπον,

Χαῖρε, ἀμνοῦ καὶ ποιμένος μήτηρ, χαῖρε, αὐλὴ λογικῶν προβάτων.

Χαῖρε, ἀοράτων ἐχθρῶν ἀμυντήριον, χαῖρε, Παραδείσου θυρῶν ἀνοικτήριον.

Χαῖρε, ὅτι τὰ οὐράνια συναγάλλεται τὴ γῆ, χαῖρε, ὅτι τὰ ἐπίγεια συγχορεύει οὐρανοίς.

Χαῖρε, τῶν Ἀποστόλων τὸ ἀσίγητον στόμα, χαῖρε, τῶν ἀθλοφόρων τὸ ἀνίκητον θάρσος.

Χαῖρε, στερρὸν τῆς πίστεως ἔρεισμα, χαῖρε, λαμπρόν της χάριτος γνώρισμα.

Χαῖρε, δι’ ἧς ἐγυμνώθη ὁ Ἅδης, χαῖρε, δι’ ἧς ἐνεδύθημεν δόξαν.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

-Θεοδρόμον ἀστέρα θεωρήσαντες Μάγοι, τὴ τούτου ἠκολούθησαν αἴγλη, καὶ ὡς λύχνον κρατοῦντες αὐτόν, δι’ αὐτοῦ ἠρεύνων κραταιὸν ἄνακτα, καὶ φθάσαντες τὸν ἄφθαστον, ἐχάρησαν Αὐτῶ βοῶντες,

Ἀλληλούϊα.

-Ἴδον παῖδες Χαλδαίων, ἐν χερσὶ τῆς Παρθένου, τὸν πλάσαντα χειρὶ τοὺς ἀνθρώπους, καὶ Δεσπότην νοοῦντες αὐτόν, εἰ καὶ δούλου ἔλαβε μορφήν, ἔσπευσαν τοὶς δώροις θεραπεῦσαι καὶ βοῆσαι τὴ Εὐλογημένη,

Χαῖρε, ἀστέρος ἀδύτου Μήτηρ, χαῖρε, αὐγὴ μυστικῆς ἡμέρας.

Χαῖρε, τῆς ἀπάτης τὴν κάμινον σβέσασα, χαῖρε, τῆς τριάδος τοὺς μύστας φωτίζουσα.

Χαῖρε, τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς, χαῖρε, Κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν.

Χαῖρε, ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας, χαῖρε, ἡ τοῦ βορβόρου ρυομένη τῶν ἔργων.

Χαῖρε, πυρὸς προσκύνησιν παύσασα, χαῖρε, φλογὸς παθῶν ἁπαλλάτουσα.

Χαῖρε, πιστῶν ὁδηγὲ σωφροσύνης, χαῖρε, πασῶν γενεῶν εὐφροσύνη.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

-Κήρυκες θεοφόροι γεγονόντες οἱ Μάγοι, ὑπέστρεψαν εἰς τὴν Βαβυλώνα, ἐκτελέσαντές σου τὸν χρησμὸν καὶ κηρύξαντες σὲ τὸν Χριστὸν ἄπασιν, ἀφέντες τὸν Ἡρῴδην ὡς ληρώδη, μὴ εἰδότα ψάλλειν.

Ἀλληλούϊα.

-Λάμψας ἐν τὴ Αἰγύπτω φωτισμὸν ἀληθείας, ἐδίωξας τοῦ ψεύδους τὸ σκότος, τὰ γὰρ εἴδωλα ταύτης, Σωτήρ, μὴ ἐνέγκαντά σου τὴν ἰσχὺν πέπτωκεν, οἱ τούτων δὲ ρυσθέντες ἐβόων πρὸς τὴν Θεοτόκον,

Χαῖρε, ἀνόρθωσις τῶν ἀνθρώπων, χαῖρε, κατάπωσις τῶν δαιμόνων.

Χαῖρε, τῆς ἀπάτης τὴν πλάνην πατήσασα, χαῖρε, τῶν εἰδώλων τὸν δόλον ἐλέγξασα.

Χαῖρε, θάλασσα ποντίσασα Φαραὼ τὸν νοῆτον, χαῖρε, πέτρα ἡ ποτίσασα τοὺς διψώντας τὴν ζωήν.

Χαῖρε, πύρινε στύλε, ὁδηγῶν τοὺς ἐν σκότει, χαῖρε, σκέπη τοῦ κόσμου, πλατυτέρα νεφέλης.

Χαῖρε, τροφὴ τοῦ μάννα διάδοχε, χαῖρε, τρυφῆς ἁγίας διάκονε.

Χαῖρε, ἡ Γῆ τῆς ἐπαγγελίας, χαῖρε, ἐξ ἧς ρέει μέλι καὶ γάλα.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

-Μέλλοντος Συμεῶνος τοῦ παρόντος αἰῶνος μεθίστασθαι τοῦ ἀπατεῶνος, ἐπεδόθης ὡς βρέφος αὐτῶ, ἀλλ’ ἐγνώσθης τούτω καὶ Θεὸς τέλειος, διόπερ ἐξεπλάγη σου τὴν ἄρρητον σοφίαν, κράζων,

Ἀλληλούϊα.

ΣΤΑΣΙΣ Γ’

-Νέαν ἔδειξε κτίσιν, ἐμπανίσας ὁ Κτίστης, ὑμὶν τοὶς ὑπ’ αὐτοῦ γενομένοις ἐξ ἀσπόρου βλαστήσας γαστρός, καὶ φυλάξας ταύτην, ὥσπερ ἥν, ἄφθορον, ἴνα τὸ θαῦμα βλέποντες, ὑμνήσωμεν αὐτήν, βοῶντες:

Χαῖρε, τὸ ἄνθος τῆς ἀφθαρσίας, χαῖρε, τὸ στέφος τῆς ἐγκρατείας.

Χαῖρε, ἀναστάσεως τύπον ἐκλάμπουσα, χαῖρε, τῶν Ἀγγέλων τὸν βίον ἐμφαίνουσα.

Χαῖρε, δένδρον ἀγλαόκαρπον, ἐξ οὐ τέφονται πιστοί, χαῖρε, ξύλον εὐσκιόφυλλον, ὑφ’ οὐ σκέπτοναι πολλοί.

Χαῖρε, κυοφοροῦσα ὁδηγὸν πλανωμένοις, χαῖρε, ἀπογεννώσα λυτρωτὴν αἰχμαλώτοις.

Χαῖρε, Κριτοὺ δικαίου δυσώπησις, χαῖρε, πολλῶν πταιόντων συγχώρησις.

Χαῖρε, στολὴ τῶν γυμνῶν παρρησίας, χαῖρε, στοργὴ πάντα πόθον νικώσα.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

-Ξένον τόκον ἰδόντες, ξενωθῶμεν τοῦ κόσμου, τὸν νοῦν εἰς οὐρανὸν μεταθέντες, διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς Θεὸς ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄντρωπος, βουλόμενος ἐλκύσαι πρὸς τὸ ὕψος τοὺς Αὐτῶ βοώντας:

Ἀλληλούϊα.

-Ὅλος ἣν ἐν τοὶς κάτω, καὶ τῶν ἄνω οὐδόλως ἀπὴν ὁ ἀπερίγραπτος Λόγος; συγκατάβασις γὰρ θεϊκή, οὐ μετάβασις δὲ τοπικὴ γέγονε; καὶ τόκος ἐκ Παρθένου θεολήπτου ἀκουούσης ταῦτα:

Χαῖρε, Θεοῦ ἀχωρήτου χώρα; χαῖρε, σεπτοῦ μυστηρίου θύρα.

Χαῖρε, τῶν ἀπίστων ἀμφίβολον ἄκουσμα; χαῖρε, τῶν πιστῶν ἀναμφίβολον καύχημα.

Χαῖρε, ὄχημα πανάγιόν του ἐπὶ τῶν Χερουβείμ; χαῖρε, οἴκημα πανάριστον τοῦ ἐπὶ τῶν Σεραφείμ.

Χαῖρε, ἡ ταναντία εἰς ταυτὸ ἀγαγοῦσα; χαῖρε, ἡ παρθενίαν καὶ λοχείαν ζευγνύσα.

Χαῖρε, δι’ ἧς ἐλύθη παράβασις; χαῖρε, δι’ ἧς ἠνοίχθη Παράδεισος.

Χαῖρε, ἡ κλεῖς τῆς Χριστοῦ βασιλείας; χαῖρε, ἐλπὶς ἀγαθῶν αἰωνίων.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

-Πάσα φύσις Ἀγγέλων κατεπλάγη τὸ μέγα της σῆς ἐνανθρωπήσεως ἔργον, τὸν ἀπρόσιτον γὰρ ὡς Θεόν, ἐθεώρει πάσι προσιτὸν ἄνθρωπον ἠμὶν μὲν συνδιάγοντα, ἀκούοντα δὲ παρὰ πάντων οὕτως;

Ἀλληλούϊα.

-Ρήτορας πολυφθόγγους ὡς ἰχθύας ἀφώνους ὀρῶμεν ἐπὶ σοῖ, Θεοτόκε; ἀπορούσι γὰρ λέγειν τὸ πὼς καὶ Παρθένος μένεις καὶ τεκεὶν ἴσχυσας; ἠμεῖς δὲ τὸ Μυστήριον θαυμάζοντες, πιστῶς βοῶμεν:

Χαῖρε, σοφίας Θεοῦ δοχεῖον, χαῖρε, προνοίας αὐτοῦ ταμεῖον.

Χαῖρε, φιλοσόφρους ἀσόφους δεικνύουσα; χαῖρε, τεχνολόγους ἀλόγους ἐλέγχουσα.

Χαῖρε, ὅτι ἐμωράνθησαν οἱ δεινοὶ συζητηταί; χαῖρε, ὅτι ἐμαράνθησαν οἱ τῶν μύθων ποιηταί.

Χαῖρε, τῶν Ἀθηναίων τᾶς πλοκᾶς διασπώσα; χαῖρε, τῶν ἁλιέων τᾶς σαγήνας πληροῦσα.

Χαῖρε, βυθοῦ ἀγνοίας ἐξέλκουσα; χαῖρε, πολλοὺς ἐν γνώσει φωτίζουσα.

Χαῖρε, ὀλκᾶς τῶν θελόντων σωθῆναι; χαῖρε, λιμὴν τοῦ βίου πλωτήρων.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

-Σῶσαι θέλων τὸν κόσμον ὁ τῶν ὅλων κοσμήτωρ, πρὸς τοῦτον αὐτεπάγγελτος ᾖλθε, καὶ ποιμὴν ὑπάρχων ὡς Θεός, δι’ ἠμᾶς ἐφάνη καθ’ ἠμᾶς ἄνθρωπος; ὁμοίω γὰρ τὸ ὅμοιον καλέσας, ὡς Θεὸς ἀκούει;

Ἀλληλούϊα.

ΣΤΑΣΙΣ Δ’

-Τεῖχος εἰ τῶν Παρθένων, Θεοτόκε Παρθένε, καὶ πάντων τῶν εἰς σὲ προστρεχόντων, ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, κατεσκεύασε σὲ Ποιητὴς Ἄχραντε, οἰκήσας ἐν τὴ μήτρα σου, καὶ πάντας σοὶ προσφωνεὶν διδάξας.

Χαῖρε, ἡ στήλη τῆς παρθενίας. χαῖρε, ἡ πύλη τῆς σωτηρίας.

Χαῖρε, ἀρχηγὲ νοητῆς ἀναπλάσεως. χαῖρε, χορηγὲ θεϊκῆς ἀγαθότητος.

Χαῖρε, σὺ γὰρ ἀνεγέννησας τοὺς συλληφθέντας αἰσχρῶς. χαῖρε, σὺ γὰρ ἐνουθέτησας τοὺς συληθέντας τὸν νοῦν,

Χαῖρε, ἡ τὸν φθορέα τῶν φρενῶν καταργοῦσα. χαῖρε, ἡ τὸν σπορέα τῆς ἁγνείας τεκοῦσα.

Χαῖρε, παστὰς ἀσπόρου νυμφεύσεως. χαῖρε, πιστοὺς Κυρίω ἁρμόζουσα,

Χαῖρε, καλὴ κουροτρόφε παρθένων. χαῖρε, ψυχῶν νυμφοστόλε ἁγίων,

Χαῖρε, Νύμφη ἀνύμφευτε.

-Ὕμνος ἅπας, ἡττᾶται, συνεκτείνεσθαι σπεύδων, τῷ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου, ἰσαρίθμους γὰρ τὴ ψάμμω ὠδᾶς, ἂν προσφέρωμεν σοί, Βασιλεῦ ἅγιε, οὐδὲν τελοῦμεν ἄξιον, ὧν δέδωκας ἠμίν, τοὶς σοὶ βοώσιν,

Ἀλληλούϊα.

-Φωτοδόχον λαμπάδα, τοὶς ἐν σκότει φανείσαν, ὀρῶμεν τὴν ἁγίαν Παρθένον, τὸ γὰρ ἄϋλον ἄπτουσα φῶς, ὁδηγεῖ πρὸς γνῶσιν θεϊκὴν ἅπαντας, αὐγὴ τὸν νοῦν φωτίζουσα, κραυγὴ δὲ τιμωμένη ταῦτα.

Χαῖρε, ἀκτὶς νοητοῦ Ἡλίου, χαῖρε, βολὶς τοῦ ἀδύτου φέγγους.

Χαῖρε, ἀστραπὴ τᾶς ψυχᾶς καταλάμπουσα, χαῖρε, ὡς βροντὴ τοὺς ἐχθροὺς καταπλήττουσα,

Χαῖρε, ὅτι τὸν πολύφωτον ἀνατέλλεις φωτισμόν, χαῖρε, ὅτι τὸν πολύρρητον, ἀναβλύζεις ποταμόν.

Χαῖρε, τῆς κολυμβήθρας ζωγραφοῦσα τὸν τύπον, χαῖρε, τῆς ἁμαρτίας ἀναιροῦσα τὸν ρύπον,

Χαῖρε, λουτὴρ ἐκπλύνων συνείδησιν, χαῖρε, κρατὴρ κιρνῶν ἀγαλλίασιν.

Χαῖρε, ὀσμὴ τῆς Χριστοῦ εὐωδίας. χαῖρε, ζωὴ μυστικῆς εὐωχίας,

Χαῖρε, Νύμφη ἀνύμφευτε.

-Χάριν δοῦναι θελήσας, ὀφλημάτων ἀρχαίων, ὁ πάντων χρεωλύτης ἀνθρώπων, ἐπεδήμησε δι’ ἐαυτοῦ, πρὸς τοὺς ἀποδήμους της αὐτοῦ χάριτος, καὶ σχίσας τὸ χειρόγραφον, ἀκούει παρὰ πάντων οὕτως,

Ἀλληλούϊα.

-Ψάλλοντές σου τὸν τόκον, ἀνυμνοῦμεν σὲ πάντες, ὡς ἔμψυχον ναόν, Θεοτόκε, ἐν τὴ σὴ γὰρ οἰκήσας γαστρι, ὁ συνέχων πάντα τὴ χειρὶ Κύριος, ἠγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν σοὶ πάντας.

Χαῖρε, σκηνὴ τοῦ Θεοῦ καὶ Λόγου. χαῖρε, Ἁγία Ἁγίων μείζων,

Χαῖρε, κιβωτὲ χρυσωθεῖσα τῷ Πνεύματι. χαῖρε, θησαυρὲ τῆς ζωῆς ἀδαπάνητε,

Χαῖρε, τίμιον διάδημα, βασιλέων εὐσεβῶν. χαῖρε, καύχημα σεβάσμιον, Ἱερέων εὐλαβῶν,

Χαῖρε τῆς Ἐκκλησίας ὁ ἀσάλευτος πύργος. χαῖρε, τῆς βασιλείας τὸ ἀπόρθητον τεῖχος.

Χαῖρε, δι’ ἧς ἐγείρονται τρόπαια. χαῖρε, δι’ ἧς ἐχθροὶ καταπίπτουσι.

Χαῖρε, χρωτὸς τοῦ ἐμοῦ θεραπεία, χαῖρε, ψυχῆς τῆς ἐμῆς σωτηρία.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

-Ὢ πανύμνητε Μῆτερ, ἡ τεκοῦσα τὸν πάντων Ἁγίων ἁγιώτατον Λόγον (γ’), δεξαμένη τὴν νῦν προσφοράν, ἀπὸ πάσης ρύσαι συμφορᾶς ἅπαντας, καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως τοὺς σοὶ βοώντας,

Ἀλληλούϊα.

Και πάλιν τον πρώτον Οΐκον

Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεὶν τὴ Θεοτόκω τὸ Χαῖρε (γ’) καὶ σὺν τὴ ἀσωμάτω φωνή, σωματούμενον σὲ θεωρῶν Κύριε, ἐξίστατο καὶ ἵστατο, κραυγάζων πρὸς αὐτὴν τοιαῦτα.

Χαῖρε, δι’ ἧς ἡ χαρὰ ἐκλάμψει, χαῖρε, δι’ ἧς ἡ ἀρὰ ἐκλείψει.

Χαῖρε, τοῦ πεσόντος, Ἀδὰμ ἡ ἀνάκλησις, χαῖρε τῶν δακρύων τῆς Εὕας ἡ λύτρωσις.

Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοίς, χαῖρε, βάθος δυσθεώρητον καὶ Ἀγγέλων ὀφθαλμοίς.

Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα, χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.

Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν Ἥλιον, χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.

Χαῖρε, δι’ ἧς νεουργεῖται ἡ κτίσις, χαῖρε, δι’ ἧς βρεφουργεῖται Κτίστης.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Και πάλιν το κοντάκιον

Τὴ ὑπερμάχω στρατηγῶ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοὶ ἡ Πόλις σου, Θεοτόκε, ἀλλ’ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων μὲ κινδύνων ἐλευθέρωσον ἴνα κράζω σοί, Χαῖρε, Νύμφη ἀνύμφευτε.